Εισόδια της Θεοτόκου
Ἧς ἡ Ἀκροστιχὶς κατὰ ἀλφάβητον
Ὁ Εἱρμος
«Ἄκουε Κόρη Παρθένε ἁγνή, εἰπάτω δὴ ὁ Γαβριήλ,
βουλήν Ὑψίστου, ἀρχαίαν ἀληθινήν,
γενοῦ πρὸς ὑποδοχήν, ἑτοίμη Θεοῦ·
διὰ σοῦ γὰρ ὁ ἀχώρητος, βροτοῖς συναναστρέφεται·
διὸ καὶ χαίρων βοῶ· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον».
–
Ἄχραντον ναὸν ἐν οἴκῳ Θεοῦ, προσάγουσα Ἄννα ποτέ,
Βοῶσα ἔφη, ἐν πίστει τῷ Ἱερεῖ,
Γονὴν τὴν ὑπὸ Θεοῦ, δοθεῖσαν κἀμοί,
Δεδεγμένος νῦν εἰσάγαγε, ἐν τῷ ναῷ τοῦ Κτίστου σου,
καὶ χαίρων ψάλλε αὐτῷ· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.
Ἔφησεν ἰδὼν τῇ Ἄννῃ ποτέ, ἐν πνεύματι ὁ Ζαχαρίας·
Ζωῆς Μητέρα, εἰσάγεις ἀληθινήν.
Ἥν περ τηλαυγῶς οἱ Προφῆται Θεοῦ,
Θεοτόκον προεκήρυξαν, καὶ πῶς Ναός χωρήσει αὐτήν;
διὸ θαυμάζων βοῶ· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.
Ἱκέτις Θεοῦ κατέστην ἐγώ, ἀντέφησεν Ἄννα αὐτῷ·
Καλοῦσα τοῦτον ἐν πίστει καὶ προσευχῇ,
Λαβεῖν τῆς ἐμῆς ὠδῖνος καρπόν·
Μετὰ τόκον δὲ τὸ κύημα, προσάγειν τῷ παρέχοντι· διὸ σκιρτῶσα βοῶ·
Νόμιμον ὄντως τὸ ἔργον ἐστίν, Ὁ Ἱερεὺς ἔφη αὐτῇ·
Ξένον δὲ πάντῃ, τὸ πρᾶγμα κατανοῶ.
Ὁρῶν τὴν προσαγομένην ἐν οἴκῳ Θεοῦ,
Παραδόξως ὑπερβαίνουσαν, τὰ Ἅγια τῇ χάριτι·
διὸ καὶ χαίρων βοῶ· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.
Ῥώννυμαι ἔφη ἡ Ἄννα αὐτῷ, μανθάνουσα ἅπερ λαλεῖς.
Συνεὶς γὰρ ταῦτα τῷ Πνεύματι τοῦ Θεοῦ.
Τρανῶς τὰ τῆς Παρθένου ἐκήρυξας.
Υποδέχου οὖν τὴν ἄχραντον, ἐν τῷ Ναῷ τοῦ Κτίστου σου,
καὶ χαίρων ψάλλε αὐτῷ. Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.
Φωσφόρος ἡμῖν ἀνῆψε λαμπάς, ἐβόησεν ὁ Ἱερεύς.
Χαρὰν μεγίστην ἐκλάμπουσαν ἐν Ναῷ.
Ψυχαὶ Προφητῶν συνευφραινέσθωσαν.
Ὡς παράδοξα θεώμεναι,
τελούμενα ἐν οἴκῳ Θεοῦ, καὶ ἐκβοάτωσαν νῦν. Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.